Φως
Δευτέρα 11 Σεπτεμβρίου 2017
Τρίτη 28 Φεβρουαρίου 2017
Κυριακή 9 Μαρτίου 2014
Παρασκευή 7 Μαρτίου 2014
Ὁ λέγων αὐτήν τὴν Εὐχήν κάθε ἑσπέρας, μετὰ κατανύξεως, ἐὰν ἐπέλθη ἐπ' αὐτὸν ἡ φοβερά ὥρα τοῦ θανάτου ἐν τῇ νυκτί ταύτη, λυτροῦται τῆς κολάσεως, ἐλέει Θεοῦ.
Εὔσπλαγχνε καὶ πολυέλεε Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλούς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ, ἐλέησόν με πρὸ τῆς ἐμῆς τελευτῆς.
Οἶδα γὰρ ὅτι φρικτὸν καὶ φοβερὸν ἀναμένει με δικαστήριον ἐνώπιον πάσης τῆς κτίσεως, ὅτε καὶ τῶν ἐναγῶν καὶ παμβεβήλων μου πράξεων ἁπασῶν φανέρωσις γίνεται· ἀσύγγνωστα γὰρ ὡς ἀληθῶς καὶ ἀνάξια ὑπάρχουσι συγχωρήσεως, ὡς ὑπερβαίνοντα τῷ πλήθει ψάμμον θαλάσσιον.
Διὰ τοῦτο καὶ οὐ τολμῶ τὴν αἴτησιν τῆς ἀφέσεως τούτων ποιήσασθαι, Δέσποτα, ὅτι πλεῖον πάντων ἀνθρώπων εἰς Σέ ἐπλημμέλησα.
Ὅτι ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα,
ὅτι ὑπὲρ τὸν μυρία τάλαντα χρεωφειλέτης Σου γέγονα,
ὅτι ὑπὲρ τὸν Τελώνην κακῶς ἐτελώνησα,
ὅτι ὑπὲρ τὸν Ληστήν ἐμαυτόν ἐθανάτωσα,
ὅτι ὑπὲρ τὴν Πόρνην ἐγώ ὁ φιλόπορνος ἔπραξα,
ὅτι ὑπὲρ τοὺς Νινευΐτας ἀμετανόητα ἐπλημμέλησα,
ὅτι ὑπὲρ τὸν Μανασσῆν «ὑπερῆραν τὴν κεφαλήν μου αἱ ἀνομίαι μου καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ καὶ ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους»·
ὅτι τὸ Πνεῦμα Σου τὸ ἅγιον ἐλύπησα,
ὅτι τῶν ἐντολῶν Σου παρήκουσα,
ὅτι τὸν πλοῦτόν Σου διεσκόρπισα,
ὅτι τὴν χάριν Σου ἐβεβήλωσα,
ὅτι τὸν ἀρραβῶνα, ὅν μοι δέδωκας, ἐν ἀνομίαις ἀνήλωσα,
ὅτι τὸ τίμιον κατ' εἰκόνα Σου, τὴν ψυχήν μου, ἐμόλυνα,
ὅτι τὸν χρόνον, ὅν μοι δέδωκας εἰς μετάνοιαν, μετὰ τῶν ἐχθρῶν Σου ἐβίωσα,
ὅτι οὐδεμίαν ἐντολήν Σου ἐφύλαξα,
ὅτι τὸν χιτῶνά μου κατερρύπωσα, ὅν με ἐνέδυσας,
ὅτι τοῦ ὀρθοῦ λόγου τὴν λαμπάδα ἀπέσβεσα,
ὅτι τὸ πρόσωπόν μου, ὅ ἐφαίδρυνας, ἐν ἁμαρτίαις ἠχρείωσα,
ὅτι τοὺς ὀφθαλμούς μου, οὕς ἐφώτισας, ἑκουσίως ἐτύφλωσα,
ὅτι τὰ χείλη μου, ἅπερ πολλάκις τοῖς θείοις Σου μυστηρίοις ἡγίασας, αἰσχύναις ἐμόλυνα.

Καί οἶδα ὅτι πάντως τῷ φοβερῷ Σου βήματι παραστήσομαι ὡς κατάδικος ὁ παμμίαρος.
Οἶδα ὅτι πάντα τότε τὰ πεπραγμένα μοι ἐλεγχθήσονται καὶ οὐκ ἀποκρυβήσεται οὐδὲν παρὰ Σοί.
Ἀλλά δέομαί Σου, εὐσυμπάθητε, πολυέλεε, φιλανθρωπότατε Κύριε,
«μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, οὐ λέγω, μὴ παιδεύσῃς με, ἀδύνατον γὰρ τοῦτο ἀπὸ τῶν ἔργων μου, ἀλλὰ μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με».
Κερδήσω τοῦτο παρὰ Σοί, ἐὰν μὴ τῷ θυμῷ Σου καὶ τῇ ὀργῇ Σου παιδεύσῃς με, μηδὲ φανερώσῃς αὐτὰ Ἀγγέλων καὶ ἀνθρώπων ἐνώπιον εἰς αἰσχύνην μου καὶ ὄνειδος.
«Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με»· εἰ φθαρτοῦ βασιλέως θυμὸν οὐδεὶς ἐνεγκεῖν δύναται, πόσῳ μάλλον Σοῦ τοῦ Κυρίου τὸν θυμὸν ὁ ἄθλιος ὑποστήσομαι;
«Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς με».
Οἶδα Λῃστήν αἰτήσαντα καὶ παρευθὺς συγχώρησιν ἐκ Σοῦ κομισάμενον.
Οἶδα Πόρνην ὁλοψύχως προσελθοῦσαν καὶ συγχωρηθεῖσαν.
Οἶδα Τελώνην ἐκ βάθους στενάξαντα καὶ δικαιωθέντα.
Έγώ δὲ ὁ πανάθλιος πάντας ὑπερβαίνων ταῖς ἁμαρτίαις, τῇ μετανοίᾳ τούτους οὐ θέλω μιμήσασθαι, οὐδὲ γὰρ ἔχω δάκρυον ἐκτενές.
Οὐκ ἔχω ἐξομολόγησιν καθαρὰν καὶ ἀληθινήν,
οὐκ ἔχω στεναγμὸν ἐκ βάθους καρδίας,
οὐκ ἔχω καθαρὰν τὴν ψυχήν,
οὐκ ἔχω ἀγάπην κατά Θεόν,
οὐκ ἔχω πτωχείαν πνευματικήν,
οὐκ ἔχω προσευχὴν διηνεκῆ,
οὐκ ἔχω σωφροσύνην ἐν τῇ σαρκί,
οὐκ ἔχω καθαρότητα λογισμῶν,
οὐκ ἔχω προαίρεσιν θεοτερπῆ.
Ποίῳ οὖν προσώπῳ ἤ ἐν ποίᾳ παρρησίᾳ ζητήσω συγχώρησιν;

«Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με»·
Πολλάκις, Δέσποτα, μετανοεῖν συνεταξάμην.
Πολλάκις ἐν Ἐκκλησίᾳ κατανυγεὶς προσπίπτω Σοι, ἐξερχόμενος δὲ ταίς ἁμαρτίαις εὐθύς περιπίπτω.
Ποσάκις με ἠλέησας, ἐγὼ δὲ Σε παρώργισα!
Ποσάκις ἐμακροθύμησας, ἐγὼ δὲ οὐκ ἐπέστρεψα!
Ποσάκις με ἀνέστησας, ἐγὼ δὲ πάλιν ὀλισθήσας κατέπεσον!
Ποσάκις μου εἰσήκουσας, ἐγὼ δὲ Σου παρήκουσα!
Ποσάκις με ἐπόθησας, ἐγὼ δὲ ούδαμοῦ Σοι ἐδούλευσα!
Ποσάκις μέ ἐτίμησας, ἐγὼ δὲ οὐκ ηὐχαρίστησα!
Ποσάκις ἁμαρτήσαντα, ὡς ἀγαθός Πατήρ παρεκάλεσας καὶ ὡς υἱόν κατεφίλησας καὶ τὰς ἀγκάλας ὑφαπλώσας μοι ἐβόησας·
ἔγειρε, μὴ φοβοῦ, στήθι·
πάλιν δεύρο,
οὐκ ὀνειδίζω σε,
οὐ βδελύσσομαι,
οὐκ ἀποῤῥίπτω,
οὐδὲ σκληρύνω τὸ ἐμὸν πλάσμα,
τὸ ἐμὸν τέκνον,
τὴν ἐμὴν εἰκόνα,
ὅν οἰκείαις χερσί διέπλασα ἄνθρωπον καὶ ἐφόρεσα,
ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεα,
οὐκ ἀποστρέφομαι πρός με ἐρχόμενον τὸ λογικόν μου πρόβατον, τὸ ἀπολωλός,
οὐ δύναμαι μὴ ἀποδοῦναι τὴν προτέραν εὐγένειαν,
οὐ δύναμαι μὴ συναριθμῆσαι τοῖς ἐνενήκοντα ἐννέα προβάτοις·
διά γὰρ τοῦτο καὶ μόνον ἐπί τῆς γῆς κατελήλυθα καὶ τὸν λύχνον ἀνῆψα,
τὴν σάρκα μου τὴν οἰκείαν καὶ τὴν οἰκίαν ἐσάρωσα καὶ τὰς φίλας Δυνάμεις τὰς οὐρανίους συνεκαλεσάμην ἐπευφρανθῆναι τῇ τούτου εὑρέσει.

Πάντα οὖν τὰ τοιαῦτα ὡς ἀγαθός καὶ φιλάνθρωπος ἐχαρίσω μοι, Δέσποτα,
ἐγὼ δὲ πάντων καταφρονήσας ὁ ἄθλιος, εἰς ἀλλοτρίαν καὶ μακράν χώραν τῆς ἀπωλείας ἀπέδρασα.
Ἀλλ' αὐτὸς με, πανάγαθε, πάλιν ἐπανάγαγε καὶ μὴ ὀργισθῇς μοι τῷ τάλανι,
Κύριε, μηδὲ τῷ θυμῷ Σου ἐλέγξῃς με, εὔσπλαγχνε, ἀλλὰ μακροθύμησον καὶ ἔτι ἐπ' ἐμοὶ.
Μὴ σπεύσῃς ἐκκόψαι με ὡς τὴν συκῆν τὴν ἄκαρπον, μηδὲ κελεύσῃς ἄωρον ἐκ τοῦ βίου θερίσαι με,
ἀλλὰ δός μοι ζωῆς προθεσμίαν καὶ ὁδήγησόν με εἰς μετάνοιαν, Κύριε,
καὶ «μή τῷ θυμῷ Σου ἐλέγξῃς με, Δέσποτα, μηδὲ τῇ ὀργῇ Σου παιδεύσης με».

«Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ»,
ἀσθενής εἰμι τῷ λογισμῷ,
ἀσθενής τῇ γνώμη,
ἀσθενής τῇ προαιρέσει.
Ἐξέλιπε γὰρ μου ἡ ἰσχύς, ἐξέλιπέ μου ὁ χρόνος,
ἐξέλιπον ἐν ματαιότητι ἡμέραι μου πᾶσαι καὶ τὸ τέλος ἐφέστηκεν.
Ἀλλ' ἄνοιξον, ἄνοιξον, ἄνοιξόν μοι, Κύριε, ἀναξίως κρούοντι καὶ μὴ ἀποκλείσῃς μοι τὴν θύραν τῆς εὐσπλαγχνίας Σου.
Ἐάν γὰρ Σὺ κλείσης, τίς μοι ἀνοίξει;
Ἐάν Σὺ μὴ με ἐλεήσης, τίς μοι βοηθήσει;
Οὐδείς ἄλλος, οὐδείς, εἰ μὴ Σὺ ὁ φύσει ἐλεήμων καὶ εὔσπλαγχνος.
«Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμι»·
Ἐξενεύρισε γάρ με ὁ ἐχθρὸς καὶ ἀσθενῆ καὶ συντετριμμένον ἐποίησεν,
ὁ ἀσθενής δὲ καὶ συντετριμμένος οὐ δύναται ἀναστῆσαι ἑαυτόν,
οὐ δύναται ἰάσασθαι ἑαυτόν,
ὁ συντετριμμένος οὐ δύναται βοηθήσαι ἑαυτῷ,
λοιπόν ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι...

«Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα»·
Σωματικὸς καὶ ψυχικός με κατέλαβε τάραχος, Δέσποτα,
ὅτι σαρκικοῖς περιέπεσα πάθεσιν,
ὅτι καὶ τὴν σάρκα καὶ τὴν ψυχήν τοῖς δαίμοσιν ἐποίησα παίγνιον.
Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου τὰ συνδεσμοῦντα τὸν ἔσω ἄνθρωπον.
Ποῖα ταῦτα; Ἡ πίστις, ἡ φρόνησις, ἡ ἐλπίς, ἡ δικαιοσύνη, ἡ ἐγκράτεια, ἡ εὐσέβεια, ἡ πραότης, ἡ ταπεινοφροσύνη καὶ ἡ ἐλεημοσύνη.
Ταύτα τὰ ὀστᾶ συνετρίβησαν, Δέσποτα,
«ἀλλ' ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα».
Ὁρῶ γὰρ λοιπόν τὴν ὥραν τῆς ζωῆς μου προφθάσασαν, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
Ὁρῶ τὴν πρός τὰ ἐκεῖσε χαλεπήν ὁδὸν καὶ μακράν, κἀμέ πρός τὰ ἐκεῖσε ἐμαυτόν ἑτοίμως μὴ ἔχοντα, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
Ὁρῶ τὸν δανειστήν ἀπαιτοῦντά με καὶ μὴ ἀποδοῦναι ἰσχύοντα, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
Ὁρῶ τὸν λογοθέτην μου τὸ χειρόγραφον ἐπισείοντα καὶ τοὺς δημίους βρύχοντας κατ' ἐμοῦ, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
Ὁρῶ πολλούς κατηγοροῦντάς με καὶ οὐδὲνα συνήγορον, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.
Ὅλος δι' ὅλου ταραχῆς καὶ σκοτοδίνης πεπλήρωμαι καὶ ἀγωνιῶ καὶ τρέμω καὶ φρίττω καὶ τὰ σπλάγχνα σπαράττομαι καὶ τί πράξω οὐκ ἐπίσταμαι ἤ ποίῳ προσώπῳ τὸν Κριτήν μου θεάσωμαι!
Ἰλιγγιῶ, ταράττομαι, συνέχομαι καὶ ἀμηχανῶ, καὶ λοιπόν ἡ ψυχή μου ἐταράχθη σφόδρα.

«Ἐλέησόν με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα».
Ὁ πονηρὸς διενοχλεῖν οὐ παύεται, οἱ ἐχθροὶ μου τοῦ πολεμεῖν οὐκ ἀφίστανται, ὁ ἐμφύλιος τῆς σαρκός πόλεμος καταφλέγει με πάντοτε, οἱ πονηροί λογισμοί οὐδαμῶς ἡσυχάζουσι.
Ὁ πονηρὸς διενοχλεῖν οὐ παύεται, οἱ ἐχθροὶ μου τοῦ πολεμεῖν οὐκ ἀφίστανται, ὁ ἐμφύλιος τῆς σαρκός πόλεμος καταφλέγει με πάντοτε, οἱ πονηροί λογισμοί οὐδαμῶς ἡσυχάζουσι.
«Καί Σύ Κύριε, ἕως πότε;». Ἰδοὺ ὁρᾷς, Κύριε, πάντα τὰ κατ' ἐμέ, ὅτι ἄπορα καὶ ἐλεεινὰ.
Ἰδοὺ βλέπεις τὴν κατ' ἐμοῦ ἔνστασιν καὶ τὸν πόλεμον τοῦ σώματος καὶ τὴν κάμινον τῶν παθῶν καὶ τὴν ἀτονίαν τῆς ψυχικῆς μου δυνάμεως.
Λοιπόν, Κύριε, ἕως πότε οὐ συμπαθεῖς;
Ἕως πότε οὐκ ἐκδικεῖς; Ἕως πότε οὐ σπεύδεις; Ἕως πότε οὐ βλέπεις; Ἕως πότε παρορᾷς;
Κύριε, ἐν τῷ ἐλέει Σου σῶσόν με.
Μὴ παρίδῃς με, Κύριε, τὸν ἀνάξιον, ἕνεκεν τοῦ ἐλέους Σου.
Ἡ γὰρ Σὴ παρόρασις ἐμὴ κατάπτωσις γίνεται, Δέσποτα.
«Δι'ὅ ἐπίστρεψον, Κύριε, ρῦσαι τὴν ψυχήν μου καὶ σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου».
Ὡς συμπαθὴς ἐλέησον, ὡς ἐλεήμων συμπάθησον, ὡς φιλάνθρωπος σῶσόν με, ἕνεκεν τοῦ ἐλέους Σου καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου, πονηρὰ γὰρ εἰσιν.
Οὐχ ἕνεκεν τῶν πόνων μου, ἀσθενὴς γάρ εἰμι.
Οὐχ ἕνεκεν τῶν λογισμῶν ἤ τῶν λόγων μου, ρυπαροὶ γάρ εἰσι καὶ ἀκάθαρτοι, ἀλλ' ἕνεκεν τοῦ ἐλέους Σου, πολυέλεε Κύριε, σῶσόν με.
Εἰ δὲ δικάσασθαι πρός με βούλει, Δέσποτα, ἐγὼ πρῶτος ἐκφέρω κατ' ἐμαυτοῦ τὴν ψῆφον.
Ἐγώ καταδιαμαρτύρομαι ὅτι ἄξιος θανάτου εἰμί. Λοιπόν σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου, εἰς τὴν φιλανθρωπίαν Σου καταφεύγω, Πανάγαθε. Οὐκ ἔχω τί Σοι προσαγαγεῖν ἄξιον, ἐλεημοσύνην ζητῶ, μὴ ἀπαιτήσῃς με τὴν ταύτης τιμήν.
«Μνήσθητι τῶν λόγων Σου, Κύριε, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρά ἐκ νεότητος αὐτοῦ». Καὶ «ἄνθρωπος ματαιότητι ὡμοιώθη καὶ αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιά παράγουσι». Καί «ούδείς καθαρός ἀπὸ ῥύπου». Καὶ ὅτι «ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου». Ἐάν γὰρ ἀνομίας παρατηρήσῃς ἡμῶν, οὐδεὶς ὑποστήσεται, Κύριε, δι' ὅ σῶσόν με τὸν ἀνάξιον δούλόν Σου ἕνεκεν τοῦ ἐλέους Σου καὶ οὐκ ἕνεκεν τῶν ἔργων μου.
Ἐάν γὰρ τὸν ἄξιον ἐλεήσῃς, οὐδὲν θαυμαστόν. Ἐάν τὸν δίκαιον σώσῃς, οὐδὲν ξένον. «Σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου», ἐπ' ἐμοὶ τὸ ἔλεός Σου θαυμάστωσον, Κύριε, εἰς ἐμὲ τὴν εὐσπλαγχνίαν Σου ἐμφάνισον, Δέσποτα, εἰς ἐμὲ τὴν φιλανθρωπίαν Σου μεγάλυνον, Ἅγιε.
Δεῖξον ἐπ' ἐμοί, Κύριε, τὰ ἀρχαῖα ἐλέη Σου, ὅτι τοὺς μέν δικαίους σῲζεις καὶ τοὺς ἁμαρτωλούς ἐλεεῖς. Μὴ νικήσῃ ἡ ἐμὴ κακία τὴν Σήν ἀγαθότητα, Κύριε, μηδὲ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου.
Ἐάν γὰρ θελήσῃς μετ' ἐμοῦ δικάσασθαι, φραγήσεταί μου τὸ στόμα, μὴ ἔχον τὶ φθέγξασθαι ἤ τὶ ἀπολογήσασθαι.
Δι' ὅ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, μηδὲ ἐπισταθμήσῃς τὰς ἐμὰς ἁμαρτίας τῇ Σῇ ἀπειλῇ.«Ἀλλ' ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον». Καί «σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου, Κύριε, καὶ τὸ ἔλεός Σου καταδιώξῃ με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου». Καταδιωξάτω με τὸ ἔλεός Σου, Κύριε, τὸν κακῶς ἀπὸ Σοῦ φεύγοντα, τὸν ἀεί ἀπὸ Σοῦ δραπετεύοντα καὶ πρός τὴν ἁμαρτία ἀεί κακῶς ἀποτρέχοντα.

Τοῦτο μόνον ἐπικαλοῦμαι καὶ ἱκετεύω καὶ δέομαι, «σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου».
Σῶσόν με πρὸ τοῦ με ἀπελθεῖν εἰς τὰ ἐκεῖσε δικαστήρια, ἤ μᾶλλον τἀληθές εἰπεῖν, εἰς τὰ ἐκεῖσε κολαστήρια, ἔνθα οὐκ ἔστι μετάνοια οὔτε ἐξομολόγησις. «Ἐν γὰρ τῷ ἃδῃ φησί, τίς ἐξομολογήσεταί Σοι;
Δι' ὅ σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου, ὅτι οὐκ έστιν ἐν τῷ θανάτω ὁ μνημονεύων Σου», οὐδὲ ἐν τῷ ἃδῃ ὁ ἐξομολογούμενος. Ἐκεῖ γὰρ οὐκ ἔστι μετάνοια, οὐκ ἔστιν ἄφεσις τοῖς ὧδε μὴ μετανοοῦσι μηδὲ ἐξομολογουμένοις.
«Δι' ὅ σῶσόν με μετανοοῦντά Σοι καὶ ἐξομολογούμενον τὸν ἀνάξιον δοῦλόν Σου, ἕνεκεν τοῦ ἐλέους Σου, Κύριε, καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου».
Σὺ γὰρ εἶπας, Κύριε, «ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν» καὶ «ὅσα ἄν αἰτήσητε πιστεύοντες, λήψεσθε».
Δι' ὅ σῶσόν με ἕνεκεν τοῦ ἐλέους Σου, φιλάνθρωπε Δέσποτα, ἵνα καὶ ἐπ' ἐμοὶ δοξασθῇ τὸ πανάγιον καὶ ὑπερδεδοξασμένον ὄνομά Σου, Κύριε ὁ Θεός μου, ὁ δι' ἐμὲ κατ' ἐμὲ γεγονώς, ὡς ἄν κἀγὼ μετὰ πάντων τῶν ἁγίων συναριθμηθεὶς δοξάζω Σε τὸν ὑπεράγαθον καὶ φιλάνθρωπον Θεόν μου Ἰησοῦν Χριστὸν σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεῦματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ Γ' (τοῦ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ, ἄλλοι λέγουν Ἀναστασίου τοῦ Σιναΐτου)
πηγή: http://www.orthodoxfathers.com/
πηγή: http://www.orthodoxfathers.com/
Τετάρτη 5 Μαρτίου 2014
Τα μυστικά της ευχής “Κύριε Ιησού Χριστέ Ελέησόν με”
“ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ”
Όλη η τέχνη είναι αυτή ακριβώς. Είτε περπατάς είτε κάθεσαι, είτε στέκεσαι, είτε εργάζεσαι, είτε βρίσκεσαι στην εκκλησία, άσε τη προσευχή αυτή να γλιστρήσει από τα χείλη σου “Κύριε Ιησού Χριστέ, ελέησον με” με τη προσευχή αυτή στην καρδιά σου θα βρεις εσωτερική ειρήνη και γαλήνη σώματος και ψυχής ( Άγιος Σεραφείμ του Σάρωφ)
Η ευχή του Ιησού είναι εργασία κοινή των αγγέλων και των ανθρώπων. Με την προσευχή αυτή οι άνθρωποι πλησιάζουν σύντομα την ζωή των αγγέλων. Η ευχή είναι η πηγή όλων των καλών έργων και αρετών και εξορίζει μακριά από τον άνθρωπο τα σκοτεινά πάθη. Σε σύντομο χρόνο κάνει τον άνθρωπο ικανό να αποκτήσει τη χάρη του Αγίου Πνεύματος. Απόκτησε την, και πριν πεθάνεις θα αποκτήσεις ψυχή Αγγελική. Η ευχή είναι θεϊκή αγαλλίαση. Κανένα άλλο πνευματικό όπλο δε μπορεί να αναχαιτίσει τόσο αποτελεσματικά τους δαίμονες. Τους κατακαίει όπως η φωτιά τα βάτα. (Οσίου Παϊσίου Βελιτσκόφσκυ)
Λέγε ακατάπαυστα την ευχή “Κύριε Ιησού Χριστέ, ελέησόν με” με τη γλώσσα και με τον νου. Όταν η γλώσσα κουράζεται ας αρχίζει ο νους. Και πάλιν όταν ο νους βαρύνεται, η γλώσσα . Μόνον να μην παύεις. Λοιπόν όταν ευχόμενος κρατάει τον νου του να μην φαντάζεται τίποτα, αλλά προσέχει μόνον στα λόγια της ευχής. (Γέρων Ιωσήφ)
Δια της ευχής “Κύριε Ιησού Χριστέ, ελέησόν με” θα κερδίσεις το παν. Δια της ευχής καθαρίζεται ο άνθρωπος, λαμπρύνεται, αγιάζεται. Η ευχή είναι το σωσίβιο της ψυχής και του σώματος. Η ευχή είναι η βάση της τελειότητας. Θα λεπτυνθείτε και θα πετάτε με την ευχή. Δεν υπάρχει άλλος τρόπος σωτηρίας, καθαρισμού και αγιασμού από την νοερά προσευχή. Αυτή γέμισε τον παράδεισο από άγιους ανθρώπους (Γέροντας Αμφιλόχιος)
Να λέγεις παιδί μου την ευχή . “Κύριε Ιησού Χριστέ, ελέησόν με” , ημέρα και νύχτα συνέχεια. Η ευχή θα τα φέρει όλα, η ευχή περιέχει τα πάντα: αίτηση, παράκληση, πίστη, ομολογία, θεολογία κλπ. Η ευχή να λέγεται χωρίς διακοπή. Η ευχή θα φέρει ολίγον κατ’ ολίγον ειρήνη, γλυκύτητα, χαρά, δάκρυα. Η ειρήνη και η γλυκύτης θα φέρουν περισσότερον ευχή, και η ευχή κατόπιν, περισσοτέραν ειρήνη και γλυκύτητα κ.ο.κ. θα έρθει στιγμή που αν θα σταματάς την ευχή, θα αισθάνεσαι άσχημα. (Γέροντας Εφραίμ Κατουνακιώτης)
Να λέτε την ευχή. “Κύριε Ιησού Χριστέ, ελέησόν με” . Να τη λέτε μια-μια λέξη κατανοητά, καταληπτά. Να μην προχωρείτε στη δεύτερη λέξη , αν δεν καταλάβετε την πρώτη. Να τονίζεται περισσότερο το τελευταίο , δηλ ελέησόν με. Θα σας έρθει τώρα στην αρχή ραθυμία και και ύπνος και μετεωρισμός και αμέλεια αλλά εσείς γρήγορα να συνέρχεστε. ‘Όταν λέτε την ευχή , να θεωρείτε τον εαυτό σας τώρα στην αρχή , ότι είσθε στη κόλαση και να φωνάζετε κλαίοντας, ζητώντας το έλεος του Θεού. Μακριά από την απόγνωση, από την απελπισία και τα όμοια ταύτα. Κατά την ώρα της προσευχής να μην δέχεστε ούτε φαντασία , ούτε μορφή, ούτε εικόνα της Παναγίας και του Χριστού ή άλλου τινός Αγίου, ούτε και τις λέξεις της ευχής να βλέπετε νοερώς” (Γέροντας Εφραίμ Κατουνακιώτης)
Μάθετε να εργάζεσθε το κομποσκοινάκι. Το κομποσκοινάκι θα σας οδηγήσει εκεί που εσείς δεν γνωρίζετε σε ανώτερα επίπεδα θα σας οδηγήσει το κομποσκοινάκι. “Κύριε Ιησού Χριστέ, ελέησόν με”
–Έχετε ένα πρόβλημα; “Κύριε Ιησού Χριστέ, ελέησόν με”
–Έχετε έναν πειρασμό με τον άλλον, με τον γείτονα σας, με τους φίλους σας κ.ο.κ. “Κύριε Ιησού Χριστέ, ελέησόν με”. Η ευχή θα σας δώσει τη λύση του προβλήματος σας λύσιν του αδιεξόδου όπου ευρίσκεστε. Το κομποσκοινάκι λοιπόν “Κύριε Ιησού Χριστέ, ελέησόν με” (Γέροντας Εφραίμ Κατουνακιώτης)
Όλοι οι Άγιοι Πατέρες φωνάζουν την πρώτη θέση στη ζωή του κάθε χριστιανού την κατέχει η προσευχή. Θέλεις να κάνεις κατάσταση; Προσεύχου. Θέλεις να σωθείς; Προσεύχου. ‘Όλες οι προσευχές καλές και άγιες είναι, αλλά η νοερά προσευχή, είναι η βασίλισσα αυτών. “Κύριε Ιησού Χριστέ, ελέησόν με”. Απ’ αυτήν τη μικρούλα αλλά παντοδύναμη προσευχή, ξεκίνησαν οι Άγιοι Πατέρες και έγιναν φωστήρες της εκκλησίας. Λέγε συνεχώς όσο μπορείς περισσότερες φορές την ημέρα και τη νύχτα αυτή την ευχούλα και αυτή θα σε διδάξει αυτά που θέλεις, αυτά που δεν γνωρίζεις. Βιάσου σ’ αυτήν την ευχούλα (Γέροντας Εφραίμ Κατουνακιώτης)
Η ευχή μας φέρνει κοντά στον Χριστό. Κάποτε μου ήρθε (να εξομολογηθεί) ένας μεγαλόσχημος .
Μου είπε: Έχω φθάσει , Αββά σε απόγνωση. Δεν βλέπω καμιά αλλαγή στο καλύτερο. Πως θα βελτιωθώ; Πώς θα πεθάνω για την αμαρτία; Αισθάνομαι την πλήρη αδυναμία μου. Υπάρχει άραγε ελπίδα σωτηρίας.
Βεβαίως υπάρχει. Λέγε όσο πιο πολύ μπορείς την ευχή. Και άφησε τα πάντα στα χέρια του θεού. Και ποια η ωφέλεια από την ευχή όταν δε συμμετέχει ο νους και η καρδιά; Τεράστια ωφέλεια. Είναι γνωστό ότι η «ευχή» έχει πολλές βαθμίδες: από την απλή προφορά των λέξεων της «ευχής» μέχρι την «ευχή» την θαυματουργική. Μα έστω και στην κατώτατη βαθμίδα να βρισκόμαστε και αυτό για μας είναι ψυχικά πολύ ωφέλιμο και σωτήριο. Από τον άνθρωπο που λέγει την «ευχή» φεύγουν οι δυνάμεις του εχθρού μας. Και ο άνθρωπος αυτός γρήγορα ή αργά οπωσδήποτε θα σωθεί.
Αναστήθηκα! Αναστέναξε ο Μεγαλόσχημος. Από δω και πέρα δεν πρόκειται πια να πέσω σε ακηδία και απόγνωση. Το λέγω λοιπόν και το επαναλαμβάνω: λέτε την «ευχή» .’Έστω και μόνο με το στόμα. Και ο Κύριος δεν θα σας αφήσει (Στάρετς Βαρσανούφιος της Όπτινα)
Δεν πρέπει να αφήνουμε την ευχή. Όταν μας δίνεται η ευκαιρία, να τη λέμε. Να μην τριγυρίζει ο νους μας στα μάταια. Με την ευχή ο νους αναπαύεται και αγάλλεται. Ο νους του ανθρώπου πρέπει να ασχολείται με την ευχή και να μην τρέχει στα μάταια. (Γέροντας Παϊσιος)
Πρέπει συνεχώς αδιαλείπτως να λέμε την ευχή. Μέσα στη καρδιά μας και το νου μας πρέπει να μείνει μόνο το όνομα του Χριστού μας. Γιατί όταν εμείς αφήνουμε την προσευχή, την , την επικοινωνία μας με το Θεό, τότε ο διάβολος με λογισμούς αρχίζει και μας ζαλίζει και δεν ξέρουμε πλέον ούτε τι θέλουμε, ούτε τι λέμε , ούτε τι κάνουμε. (Γέροντας Παϊσιος)
Να λέγωμεν συνεχώς την ευχήν, είτε με το νουν, είτε με το στόμα. Η ευχή, το παντοδύναμον όπλον δεν αφήνει την αμαρτία να εισέλθει. Ο διάβολος καίεται από το όνομα του Ιησού Χριστού, δια τούτο πασχίζει με κάθε τρόπον να σταματήσει την ευχή. ( Γέροντας Εφραίμ Φιλοθεϊτης)
Λέγε την ευχή: αγιάζει το στόμα, αγιάζει ο αέρας, αγιάζει ο τόπος που λέγεται, Οι δαίμονες βάζουν χίλια εμπόδια δια να μην προσευχηθεί ο άνθρωπος, επειδή όλες οι παγίδες , όλα τα δίκτυα των δαιμόνων καταστρέφονται δια της προσευχής. Άπειρες φορές οι δαίμονες δια στόματος δαιμονισμένων ομολόγησαν ότι καίονται από την ενέργεια της ευχής. (Γέροντας Εφραίμ Φιλοθεϊτης)
Η κάτωθι σύντομος προσευχή είναι παντοδύναμο όπλο κάθε χριστιανού: « Κύριε Ιησού Χριστέ, ελέησόν με» «Υπεραγία Θεοτόκε, σώσον ημάς» . Λέγε αδερφέ μου με τα χείλη και με την καρδιά σου συνεχώς τα σωτήρια αυτά λόγια , διότι φωτίζουν τον νου, γαληνεύουν την καρδιά, καίουν την αμαρτία, μαστίζουν και εκδιώκουν τους δαίμονας.
Το κομποσκοίνι δεν μπορεί και δεν πρέπει να είναι κάτι διακοσμητικό, ούτε κάτι που θα μας φέρει γούρι. Αντίθετα, χρειάζεται για να μας θυμίζει τη προσευχή και, σαν τέτοιο, είναι μια άγια και θεία παρουσία στη ζωή μας. Συγκεκριμένα το κομποσκοίνι είναι φτιαγμένο για να κάνουμε την αδιάλειπτη προσευχή, αυτή που λέγεται αδιάκοπα, σύμφωνα με την προτροπή του απ. Παύλου « αδιαλείπτως προσεύχεσθε» . Φυσικά την «ευχή» αυτή μπορούμε να την λέμε και χωρίς κομποσκοίνι., με το νου μας και μάλιστα όσο συχνότερα είναι δυνατό. Η προσευχή, που είναι η συνομιλία με το Θεό, μας χαρίζει ηρεμία , ψυχική γαλήνη και διώχνει το άγχος από τη ζωή μας.
πηγη: Αγίων Λόγοι blogspot
Κυριακή 23 Φεβρουαρίου 2014
κομμάτι απο το Κεφάλαιο 7 στο κατα Ματθαίον Ευαγγέλιον
1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. 3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; 5 ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου
Παρασκευή 21 Φεβρουαρίου 2014
Πατερικὲς συμβουλὲς γιὰ τὴν πνευματικὴ ζωὴ ἀπὸ τὸν Γέροντα Χαράλαμπο Διονυσιάτη
Ἀπὸ τὸ βιβλίο τοῦ μοναχοῦ Ἰωσήφ, «Ἱερομόναχος Χαράλαμπος Διονυσιάτης»,
ὁ Διδάσκαλος τῆς Νοερᾶς Προσευχῆς.
Ὁ ἀείμνηστος Γέροντας, ὁρισμένα πράγματα τὰ θεωροῦσεν ἀπαραίτητα, ὡς προϋπόθεσιν προόδου τοῦ μοναχοῦ.
Τὸ πρῶτον εἶναι ἡ ὑποκαὴ καὶ τὸ δεύτερον ἡ ἀκριβὴς ἐπιτέλεσις τῶν πνευματικῶν καθηκόντων, δηλαδή: ὁ ἐνδιάτακτος κανόνας στὸ κελλί, ἡ κατ΄ ἰδίαν προσευχὴ καὶ ἡ συστηματικὴ συμμετοχὴ στὶς κοινὲς ἀκολουθίες.
Ἐπειδὴ ὅμως κατὰ παρεξήγησιν, πολλοὶ νομίζουν ὅτι οἱ πνευματικοὶ ἀγῶνες ἀφοροῦν μόνον τοὺς μοναχούς, ὁ μακαριστὸς Γέροντας ἐτόνιζε πάντοτε κατηγορηματικά, ὅτι αὐτὰ ἰσχύουν γιὰ ὅλους τοὺς ἀγωνιζομένους χριστιανούς, ἀσφαλῶς κατὰ τὸ μέτρον τῶν...
Εγγραφή σε:
Αναρτήσεις (Atom)