Δευτέρα 12 Νοεμβρίου 2012

«Εὐχὴ ὑπὲρ ἀπαλλαγῆς πορνικοῦ πολέμου ὡς ἐκ προσώπου γυναικός»

"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"

ς
Δέσποτα φιλάνθρωπε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς τῆς ἐλπίδος καὶ τῆς σωτηρίας ἡμῶν, ὁ τὸ ἀσθενὲς καὶὀλισθηρὸν τῆς ἡμετέρας φύσεως ἐπιστάμενος οὐχ ὡς ὑπελθὼν ἀρρήτῳ προμηθείᾳ τὸ γεῶδες φύραματοῦτο καὶ τὴν τοῦ δούλου μορφὴν καὶ διὰ ταύτης τῆς φρικτῆς καὶ ὑπὲρ λόγον οἰκονομίαςκαταγωνισάμενος τὸν ἀρχαῖον δράκοντα ἀποστάτην, τὸν καὶ τῇ Εὖᾳ τὴν πονηρὰν συμβουλὴνὑφηγησάμενον οὐ γὰρ ἂν ἠδυνήθη πρὸς ἐκεῖνον ἡ ἐμπαθὴς λοιπὸν γενομένη φύσις, εἰ μὴ ταύτην αὐτός, ἐντῇ πρὸς τὸ θεῖον ἀνακράσει στομώσας ὡς ἐν πυρὶ σίδηρον, εἰργάσω τῷ παλαμναίῳ. Ὁ τὴν τοιαύτηνκατ΄αὐτοῦ νίκην καὶ τὰ τρόπαια παρασχών, δυνάμει μὲν «ἁπάσῃ τῇ ἀνθρωπότητι καθάπερ καὶ ζωὴναἰώνιον καὶ ἀθανασίαν, ἐνεργείᾳ δὲ τοῖς εἰς σὲ πιστεύουσι καὶ τηροῦσι τὰς σὰς ἐντολάς, αὐτός, Κύριε,ἐπάκουσόν μου τῆς ταλαιπώρου δεομένης τῆς σῆς ἀγαθότητος καὶ ἀπόστησον ἀπ΄ἐμοῦ τὴν ἐπικειμένηνταύτην ἐπηρειαν τοῦ μιαροῦ δαιμονίου ἐντοῖς ἐμοῖς μέλεσι δυναστείαν αὐτοῦ κατάβαλε καὶ τὴν φλόγα τῆςσαρκὸς κατακοίμησον τῶν λογισμῶν τὸν κλύδωνα κατάπαυσον, καταπράϋνον, καταστόρεσον καὶ τὸ βδελυκτὸν καὶ ὀλέθριον πάθος ἀφάνισον. Οἶδα μὲν γὰρ οἶδα, Κύριε, ὡς ἐκ τῆς ἐμῆς ἀμελείας καὶπαραβάσεως τῶν σῶν ἐντολῶν, τὴν κατ΄ἐμοῦ ἰσχὺν ἔλαβεν, ἀλλὰ καὶ οὕτω διὰ μόνης τῆς σῆς παντοδυνάμου ῥοπῆς ἐλπίζω καὶ δέομαι τυχεῖν τῆς ἀπαλλαγῆς, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι τὸνἀμνησίκακον, μὴ οὖν ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ἐμοῦ, μὴ βδελύξῃ με διὰ τὰς ἀνοσίους μουπράξεις. Βοήθησον δε μου τῇ ἀσθενείᾳ καὶ μὴ λογίσῃ μοι ἐν τῷ παρόντι κινδύνῳ, τὰ παραπτώματά μου. Σὺ γὰρ εἶ ὁ προσδεξάμενος τὴν ὁμοίαν μοι πόρνην προσαπτομένην σου. Σὺ εἶ ὁ τῆς αἱμορρούσης ἁφῇκρασπέδου θεραπεύσας τὸ πάθος. Σὺ εἶ ὁ τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην κατελεήσας. Σοὶπροσελθοῦσα ἡ ὑπὸ τοῦ σατανᾶ δεθεῖσα καὶ χαμαὶ συγκύπτουσα λέλυται καὶ ἀνώρθωται. Σὲ ἡ μακαρία παρθένος Ἰουστίνα καὶ τὴν σὴν ἄχραντον μητέρα καὶ Θεοτόκον ἐις βοήθειαν ἐπικαλουμένη, τῶν δαιμονικῶν ἐπῳδῶν καὶ τῆς ἐνεργείας λελύτρωται. Ὑπὸ σοῦ δυναμούμεναι, τὸ παλαιὸν μὲν Σωσσάνα, μετὰ δὲ τὴν χάριν Ῥιψίμη τε καὶ Θωμαΐς καὶ τυραννούμεναι τὴν σωφροσύνην ἀκήρατον διεσώσαντο, θάνατον ἑλόμεναι μᾶλλον ἢ τῷ αἰσχρῷ ἐπιδοῦναι. Τούτων εὐχαῖς καὶ πρεσβείαις καὶ τῶν λοιπῶν ἁγίων παρθενομαρτύρων, καὶ πρὸ αὐτῶν, τῆς ὑπὲρ φύσιν Ἀειπαρθένου καὶ ὑπὲρ ἔννοιαν ἀμολύντου καὶ ὑπὲρ λόγον ἡγιασμένης Μητρός σου καὶ Δεσποίνης ἡμῶν δυσωπούμενος, φύλαξόν με τῇ κραταιᾶ… σου χειρὶκαὶ ἀνάλωτον ταῖς μηχαναῖς τοῦ ἐχθροῦ ποίησον, καὶ τὸν τῆς σωφροσύνης «ἁγιασμόν, οὗ χωρίς, οὐδεὶςὄψεται τὸ σὸν εὐμενὲς πρόσωπον, ἀνεξάλειπτόν μοι συντήρησον, καταξιῶν με καὶ τῆς μελλούσης μακαριότητος, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία. Ἀμήν
Related Posts Plugin for WordPress, Blogger...